Scribas ad nos

Ad dextram, scribere ad nos potes. Scribas nomen tuum, cursualem electronicam, et nuntium.

Contact Us

Use the form on the right to contact us. Please include your full name, email address, and your message. 

 

Nomen (name)
Nomen (name)
         

123 Street Avenue, City Town, 99999

(123) 555-6789

email@address.com

 

You can set your address, phone number, email and site description in the settings tab.
Link to read me page with more information.

AlmaTadema-Spring-Greek-H.jpg

2018 Greek-H

ΣΥΝΟΔΟΣ ΕΛΛΗΝΙΚΗ

July 15-22, 2018

ἐν τῇ Κεντυκίᾳ

Ὅσοι ἂν ἔχωσιν μὲν τῆς ἑλληνικῆς ἐμπειρίαν τινά, ἐπιθυμῶσιν δὲ οὐ μόνον ταύτῃ τῇ διαλέκτῳ ἀναγιγνώσκειν ἀλλὰ καὶ λαλεῖν, συνελθέτωσαν εἰς τὴν ἑλληνικὴν σύνοδον τὴν ἐν τῇ Κεντυκίᾳ γενησομένην. Ὑπὸ τῆς HUMANITATIS διοικεῖται ἡ Ἑλληνικὴ σύνοδος τῆς ἐν Ἰερουσαλὴμ Πόλις κοινωνίας συνεργούσης. ἑβδομάδα γὰρ ὅλην ἑλληνιστὶ λαλήσομεν περὶ καθημερινῶν πραγμάτων καὶ σκευῶν, διαλεγόμενοι περὶ πολλῶν καὶ ποικίλων ὑφῶν. τοῦτό γε πράσσειν λυσιτελήσει ὅσοις ἂν δόξῃ θᾶσσον ἀναγιγνώσκειν, εἴτε μαθηταῖς εἴτε διδασκάλοις, ἐκείνοις δὲ οἵτινες ἂν θέλωσιν ἑλληνίζοντες διδάσκειν ἅτε ἐμπειρότεροι παρ’ ἡμῖν γενόμενοι τῆς ἑλληνικῆς ὁμιλίας. ἀσμένοις δὲ ἡμῖν ἐλεύσονται πάντες οἱ τὰ τῆς γραμματικῆς στοιχεῖα μεμαθηκότες, τουτέστιν ὅσοι δύο καὶ πλείονα ἔτη περὶ τὴν ἑλληνικὴν ἐσπούδασαν, εἴτε λαλοῦντες εἴτε μή. ὅστις ἂν ἀπορῆται ταῦτα τὰ ῥήματα ἀναγνούς, διστάζων μὴ ἡ σύνοδος αὑτῷ ἐπιτηδεία ἐστίν, τούτῳ συμφέρει παραδοῦναι τὰς ἑαυτοῦ ἀποκρίσεις, ἑξ ὧν κρινοῦσιν οἱ καθηγηταί.

 

s18-1

ΠΕΡΙ ΤΗΣ ΠΑΡΑΓΓΕΛΙΑΣ 

Δεῖ πάντα τὰ χρήματα τοῖς τῆς συνόδου διοικοῦσι τελέσαι πρὸ τῆς τοῦ Ἰουνίου πρώτης ἡμέρας. τοῖς δὲ ἐν νῷ ἔχουσι μετόχοις γενέσθαι παρακελευόμεθα ὡς τάχιστα παραγγελίαν ποιεῖσθαι· τούτῳ γὰρ τῷ ἐνιαυτῷ εἴκοσι πέντε (25) μετόχους ἀποδεξόμεθα. οὐχ οἷόν τε ἔσται μετόχῳ ἤδη χρήματα τετελεκότι αὐτὰ ἀποδοῦναι.

Ὅστις ἂν βούληται μέτοχος τῆς συνόδου γενέσθαι, τοῦτον δεῖ τοῖς ἐρωτήμασι ἀποκρίνεσθαι. τῶν δὲ ἀποκρίσεων δοκιμασθεισῶν, πρὸς αὐτὸν γράψομεν λέγοντες πότερον μέτοχος γενήσεται ἢ οὔ.

 

ΠΕΡΙ ΤΗΣ ΠΡΩΤΗΣ ΗΜΕΡΑΣ

Τῇ μὲν τῆς συνόδου πρώτῃ ἡμέρᾳ οὐδεμία μὲν ἔσται διατριβή, συνουσία δέ τις ἀπὸ τῆς ἑβδόμης ὥρας γενήσεται· ταύτῃ γε ἐλπίζομεν πάντας τοὺς μετόχους παρέσεσθαι. θέμις ἔσται τότε ᾗ ἂν θέλῃ τις γλώσσῃ λαλεῖν (εἴτε ἑλληνιστί, εἴτε βρεττανιστί, εἴτε ῥωμαϊστί). ἀπὸ δὲ τῆς ὑστεραίας οὐδεμιᾷ λαλήσομεν γλώσσῃ πλὴν τῇ ἀρχαίᾳ ἑλληνικῇ. παρακελευόμεθα οὖν τοῖς μετόχοις πρὸ τῆς τετάρτης ὥρας ἀφικέσθαι τῇ ἡμέρᾳ τῇ πέμπτῃ καὶ δεκάτῃ, ὅπως οἷοί τε ὦσιν τό τε κατάλυμα καὶ τὸν τῆς συνουσίας τόπον εὑρεῖν.

 

ΠΕΡΙ ΤΩΝ ΔΙΟΙΚΟΥΝΤΩΝ

Ὁ μὲν Χριστόφορος περὶ τὰς γλώσσας τὰς παλαιὰς σπουδάζει καὶ δὴ καὶ περὶ τὸ ἑλληνιστὶ λαλεῖν, καταστήσας μὲν τὴν ἐν τοῖς Ἱεροσολύμοις Πόλις λεγομένην κοινωνίαν, συγγράψας δὲ τὸ βιβλίον «Πόλις· λαλεῖν τῇ κοινῇ διαλέκτῳ τῇ ζώσῃ».

Ὁ δὲ Στέφανος σπουδάζει περὶ τήν τε ἑλληνικὴν καὶ τὴν ῥωμαϊκὴν ἐν τῷ τῆς Παρθενίας πανεπιστημίῳ. θέρους δὴ πολλάκις τὴν ἑλληνικὴν ἐδίδασκε γλωσσολογικῷ βυθισμῷ δι’ ἐκτενῶν διδαχῶν καὶ ἐν τῇ Ῥώμῃ καὶ ἐν τῇ Εὐανθούσῃ.

 

s18-2.jpg

ΠΕΡΙ ΤΩΝ ΤΙΜΩΝ

Παρ’ ἑκάστου μετόχου αἰτεῖται ἕκατὸν ἑβδομήκοντα πέντε νεοικουμενικὰ νομίσματα. ὅστις δ’ἂν θέλῃ κατάλυμα ἰδίᾳ μισθώσασθαι, τοῦτον δεῖ μόνον τὰ ἑκατὸν ἑβδομήκοντα πέντε νεοικουμενικὰ νομίσματα διαλῦσαι. Οἳ δ’ ἂν θέλωσι τοῖς τοῦ πανεπιστημίου καταλύμασι χρῆσθαι, τούτους δεῖ καὶ τὰ ἑκατὸν ἑβδομήκοντα πέντε νομίσματα καὶ τὴν τοῦ καταλύματος τιμὴν διαλῦσαι. Τάδε ἐστὶν τὰ τοῦ πανεπιστημίου γένη καταλύσεως·

Ὅστις ἂν θέλῃ διαμέρισμα ἄλλῳ συνοίκῳ κοινωνῆσαι τὰ ἴδια στρώματα παρέχων, τετρακόσια καὶ εἴκοσι διαλύσει νομίσματα (τριάκοντα πέντε ἑκάστης νυκτὸς πρὸς τοῖς ἑκατὸν ἑβδομήκοντα πέντε νομίσμασι). δύο γε μετόχων συνοικούντων ἴδιος μὲν ὁ κοιτῶν ἔσται ἑκάστῳ, κοινὰ δὲ τό τε μαγειρεῖον καὶ τὸ βαλανεῖον.

Ὅστις δ’ἂν θέλῃ διαμέρισμα ἄλλῳ συνοίκῳ κοινωνῆσαι, τὰ δὲ στρώματα παρὰ τῶν ἐν τοῖς καταλύμασι ἐργατῶν ἀπολαμβάνειν, τετρακόσια ἐνενήκοντα διαλύσει νομίσματα (τεσσαράκοντα πέντε ἑκάστης νυκτός πρὸς τοῖς ἑκατὸν ἑβδομήκοντα πέντε νομίσμασι).

Ὃς δ’ἂν μὴ θέλῃ τὸ διαμέρισμα ἄλλῳ τινὶ κοινωνῆσαι, κατὰ μόνας κατοικῶν καὶ τὰ ἴδια παρέχων στρώματα, ἑξακόσια ἑξήκοντα πέντε διαλύσει νομίσματα (ἑβδομήκοντα ἑκάστης νυκτός πρὸς τοῖς ἑκατὸν ἑβδομήκοντα πέντε νομίσμασι).

Ὃς δ’ἂν μὴ θέλῃ τὸ διαμέρισμα ἄλλῳ τινὶ κοινωνῆσαι, κατὰ μόνας κατοικῶν καὶ τὰ στρώματα παρὰ τῶν ἐν τοῖς καταλύμασι ἐργατῶν ἀπολαμβάνων, ἑπτακόσια τριάκοντα πέντε διαλύσει νομίσματα (ὀγδοήκοντα ἑκάστης νυκτός πρὸς τοῖς ἑκατὸν ἑβδομήκοντα πέντε νομίσμασι).

Αὖται δὲ αἱ τιμαὶ οἷαί τέ εἰσιν ἐν τῷ μεταξὺ ὑπὸ τῶν τὰ καταλύματα διοικοῦντων μεταβάλλεσθαι.

s18-3.jpg

ΠΕΡΙ ΤΩΝ ΚΑΠΗΛΕΙΩΝ ΤΕ ΚΑΙ ΣΥΣΣΙΤΙΩΝ

Ἀπὸ πλειόνων καὶ παντοδαπῶν καπηλείων τε καὶ συσσιτίων οὐ μακρὰν ἀπέχοντος τοῦ τῆς συνόδου τόπου, τοῖς μετόχοις διανεμεῖται αὐτῶν ὁ κατάλογος. Ταῦτα δ’αὐτοῖς δόξαντα, καθ’ ἡμέραν οἷοί τε ἔσονται οἱ μέτοχοι ἅμα τοῖς καθηγηταῖς ἀριστῆσαι ἐν συσσιτίῳ ὅπου τὴν βρῶσιν εἴτε ἀγοράσουσιν εἴτε οἴκοθεν ἐκεῖσε κομίσουσι.

 

ΠΕΡΙ ΤΟΥ ΣΤΑΘΜΕΥΣΑΙ

Ὅστις ἂν, τὴν ἑαυτοῦ ἅμαξαν εἰς τὴν σύνοδον μετάγων, θέλῃ σταθμεῦσαι αὐτὴν ἐν τῷ τοῦ πανεπιστημίου πεδίῳ, τοῦτον δεῖ σύμβολον ὠνήσασθαι ὥστε οἷόν τε εἶναι ὅλην τὴν ἑβδομάδα τοῖς τοῦ πανεπιστημίου ἁμαξοσταθμοῖς χρῆσθαι. Ἔξεστιν τοὺς τούτων προεστῶτας φωνῆσαι τούτῳ τῷ ἀριθμῷ ·

(859) 257-5757.

ἄλλως δὲ ἐνδέχεται παρ’ αὐτοὺς φοιτᾶν μέχρι τῆς τετάρτης ὥρας (πλὴν τῷ τε σαββάτῳ καὶ τῇ κυριακῇ)· αὕτη δὲ αὐτῶν ἡ οἴκησις ·

721 Press Avenue, Lexington, 40508.