Scribas ad nos

Ad dextram, scribere ad nos potes. Scribas nomen tuum, cursualem electronicam, et nuntium.

Contact Us

Use the form on the right to contact us. Please include your full name, email address, and your message. 

 

Nomen (name)
Nomen (name)
         

123 Street Avenue, City Town, 99999

(123) 555-6789

email@address.com

 

You can set your address, phone number, email and site description in the settings tab.
Link to read me page with more information.

AlmaTadema-Spring-Greek-H.jpg

2019 Greek-H

ΣΥΝΟΔΟΣ ΕΛΛΗΝΙΚΗ

ταῖς ἡμέραις ταῖς τοῦ Ἰουλίου μηνὸς 14–20, 2019

ἐν τῇ Κεντυκίᾳ

Ὅσοι ἂν ἔχωσιν μὲν τῆς ἑλληνικῆς ἐμπειρίαν τινά, ἐπιθυμῶσιν δὲ οὐ μόνον ταύτῃ τῇ διαλέκτῳ ἀναγιγνώσκειν ἀλλὰ καὶ λαλεῖν, συνελθέτωσαν εἰς τὴν ἑλληνικὴν σύνοδον τὴν ἐν τῇ Κεντυκίᾳ γενησομένην. Ὑπὸ τῆς HUMANITATIS διοικεῖται ἡ Ἑλληνικὴ σύνοδος τῆς ἐν Ἰερουσαλὴμ Πόλις κοινωνίας συνεργούσης. ἑβδομάδα γὰρ ὅλην ἑλληνιστὶ λαλήσομεν περὶ καθημερινῶν πραγμάτων καὶ σκευῶν, διαλεγόμενοι περὶ πολλῶν καὶ ποικίλων ὑφῶν. τοῦτό γε πράσσειν λυσιτελήσει ὅσοις ἂν δόξῃ θᾶσσον ἀναγιγνώσκειν, εἴτε μαθηταῖς εἴτε διδασκάλοις, ἐκείνοις δὲ οἵτινες ἂν θέλωσιν ἑλληνίζοντες διδάσκειν ἅτε ἐμπειρότεροι παρ’ ἡμῖν γενόμενοι τῆς ἑλληνικῆς ὁμιλίας. ἀσμένοις δὲ ἡμῖν ἐλεύσονται πάντες οἱ τὰ τῆς γραμματικῆς στοιχεῖα μεμαθηκότες, τουτέστιν ὅσοι δύο καὶ πλείονα ἔτη περὶ τὴν ἑλληνικὴν ἐσπούδασαν, εἴτε λαλοῦντες εἴτε μή. ὅστις ἂν ἀπορῆται ταῦτα τὰ ῥήματα ἀναγνούς, διστάζων μὴ ἐπιτηδεία αὑτῷ ἐστιν ἡ σύνοδος, τούτῳ συμφέρει παραδοῦναι τὰς ἑαυτοῦ ἀποκρίσεις, ἑξ ὧν κρινοῦσιν οἱ καθηγηταί.

 

s18-1

ΠΕΡΙ ΤΗΣ ΠΑΡΑΓΓΕΛΙΑΣ 

Δεῖ πάντα τὰ χρήματα τοῖς τῆς συνόδου διοικοῦσι τελέσαι πρὸ τῆς τοῦ Ἰουνίου πρώτης ἡμέρας. τοῖς δὲ ἐν νῷ ἔχουσι μετόχοις γενέσθαι παρακελευόμεθα ὡς τάχιστα παραγγελίαν ποιεῖσθαι· τούτῳ γὰρ τῷ ἐνιαυτῷ εἴκοσι πέντε (25) μετόχους ἀποδεξόμεθα. οὐχ οἷόν τε ἔσται μετόχῳ ἤδη χρήματα τετελεκότι αὐτὰ ἀποδοῦναι.

Ὅστις ἂν βούληται μέτοχος τῆς συνόδου γενέσθαι, τοῦτον δεῖ τούτοις τοῖς ἐρωτήμασι ἀποκρίνεσθαι. τῶν δὲ ἀποκρίσεων δοκιμασθεισῶν, πρὸς αὐτὸν γράψομεν λέγοντες πότερον μέτοχος γενήσεται ἢ οὔ.

 

ΠΕΡΙ ΤΗΣ ΠΡΩΤΗΣ ΗΜΕΡΑΣ

Τῇ μὲν τῆς συνόδου πρώτῃ ἡμέρᾳ οὐδεμία μὲν ἔσται διατριβή, συνουσία δέ τις ἀπὸ τῆς ἑβδόμης ὥρας γενήσεται· ταύτῃ γε ἐλπίζομεν πάντας τοὺς μετόχους παρέσεσθαι. θέμις ἔσται τότε ᾗ ἂν θέλῃ τις γλώσσῃ λαλεῖν (εἴτε ἑλληνιστί, εἴτε βρεττανιστί, εἴτε ῥωμαϊστί). ἀπὸ δὲ τῆς ὑστεραίας οὐδεμιᾷ λαλήσομεν γλώσσῃ πλὴν τῇ ἀρχαίᾳ ἑλληνικῇ. παρακελευόμεθα οὖν τοῖς μετόχοις πρὸ τῆς τετάρτης ὥρας ἀφικέσθαι τῇ ἡμέρᾳ τῇ πέμπτῃ καὶ δεκάτῃ, ὅπως οἷοί τε ὦσιν τό τε κατάλυμα καὶ τὸν τῆς συνουσίας τόπον εὑρεῖν.

 

ΠΕΡΙ ΤΩΝ ΔΙΟΙΚΟΥΝΤΩΝ

Ὁ μὲν Χριστόφορος περὶ τὰς γλώσσας τὰς παλαιὰς σπουδάζει καὶ δὴ καὶ περὶ τὸ ἑλληνιστὶ λαλεῖν, καταστήσας μὲν τὴν ἐν τοῖς Ἱεροσολύμοις Πόλις λεγομένην κοινωνίαν, συγγράψας δὲ τὸ βιβλίον «Πόλις· λαλεῖν τῇ κοινῇ διαλέκτῳ τῇ ζώσῃ».

Ὁ δὲ Στέφανος σπουδάζει περὶ τήν τε ἑλληνικὴν καὶ τὴν ῥωμαϊκὴν ἐν τῷ τῆς Παρθενίας διδασκαλείῳ. θέρους δὴ πολλάκις τὴν ἑλληνικὴν ἐδίδασκε γλωσσολογικῷ βυθισμῷ δι’ ἐκτενῶν διδαχῶν καὶ ἐν τῇ Ῥώμῃ καὶ ἐν τῇ Εὐανθούσῃ.

 

s18-2.jpg

ΠΕΡΙ ΤΩΝ ΚΑΠΗΛΕΙΩΝ ΤΕ ΚΑΙ ΣΥΣΣΙΤΙΩΝ

Πολλά τε καὶ παντοδαπὰ καπηλεῖα καὶ συσσίτια οὐ μακρὰν ἀπέχουσιν τοῦ τῆς συνόδου τόπου. Ταῦτα δ’αὐτοῖς δόξαντα, καθ’ ἡμέραν οἷοί τε ἔσονται οἱ μέτοχοι ἅμα τοῖς καθηγηταῖς ἀριστῆσαι ἐν συσσιτίῳ ὅπου τὴν βρῶσιν εἴτε ἀγοράσουσιν εἴτε οἴκοθεν ἐκεῖσε κομίσουσι.

ΠΕΡΙ ΤΩΝ ΤΙΜΩΝ

Παρ’ ἑκάστου μετόχου αἰτεῖται ἑκατὸν ἑβδομήκοντα πέντε νεοικουμενικὰ νομίσματα. ὅστις δ’ἂν θέλῃ κατάλυμα ἰδίᾳ μισθώσασθαι, τοῦτον δεῖ μόνον τὰ ἑκατὸν ἑβδομήκοντα πέντε νεοικουμενικὰ νομίσματα διαλῦσαι. Οἳ δ’ ἂν θέλωσι τοῖς τοῦ διδασκαλείου καταλύμασι χρῆσθαι, τούτους δεῖ καὶ τὰ ἑκατὸν ἑβδομήκοντα πέντε νομίσματα καὶ τὴν τοῦ καταλύματος τιμὴν διαλῦσαι. Τάδε ἐστὶν τὰ τοῦ διδασκαλείου γένη καταλύσεως·

Ὅστις ἂν θέλῃ διαμέρισμα ἄλλῳ συνοίκῳ κοινωνῆσαι τὰ ἴδια στρώματα παρέχων, τετρακόσια καὶ εἴκοσι διαλύσει νομίσματα (τριάκοντα πέντε ἑκάστης νυκτὸς πρὸς τοῖς ἑκατὸν ἑβδομήκοντα πέντε νομίσμασι). δύο γε μετόχων συνοικούντων ἴδιος μὲν ὁ κοιτῶν ἔσται ἑκάστῳ, κοινὰ δὲ τό τε μαγειρεῖον καὶ τὸ βαλανεῖον.

Ὅστις δ’ἂν θέλῃ διαμέρισμα ἄλλῳ συνοίκῳ κοινωνῆσαι, τὰ δὲ στρώματα παρὰ τῶν ἐν τοῖς καταλύμασι ἐργατῶν ἀπολαμβάνειν, τετρακόσια ἐνενήκοντα διαλύσει νομίσματα (τεσσαράκοντα πέντε ἑκάστης νυκτός πρὸς τοῖς ἑκατὸν ἑβδομήκοντα πέντε νομίσμασι).

Ὃς δ’ἂν μὴ θέλῃ τὸ διαμέρισμα ἄλλῳ τινὶ κοινωνῆσαι, κατὰ μόνας προαιρούμενος κατοικεῖν καὶ τὰ ἴδια παρέχειν στρώματα, ἑξακόσια ἑξήκοντα πέντε διαλύσει νομίσματα (ἑβδομήκοντα ἑκάστης νυκτός πρὸς τοῖς ἑκατὸν ἑβδομήκοντα πέντε νομίσμασι).

Ὃς δ’ἂν μὴ θέλῃ τὸ διαμέρισμα ἄλλῳ τινὶ κοινωνῆσαι, κατὰ μόνας προαιρούμενος κατοικεῖν καὶ τὰ στρώματα παρὰ τῶν ἐν τοῖς καταλύμασι ἐργατῶν ἀπολαμβάνειν, ἑπτακόσια τριάκοντα πέντε διαλύσει νομίσματα (ὀγδοήκοντα ἑκάστης νυκτός πρὸς τοῖς ἑκατὸν ἑβδομήκοντα πέντε νομίσμασι).

Αὖται δὲ αἱ τιμαὶ οἷαί τέ εἰσιν ἐν τῷ μεταξὺ ὑπὸ τῶν τὰ καταλύματα διοικούντων μεταβάλλεσθαι.

s18-3.jpg

ΠΕΡΙ ΤΟΥ ΣΤΑΘΜΕΥΣΑΙ

Ὅστις ἂν θέλῃ, τὴν ἑαυτοῦ ἅμαξαν εἰς τὴν σύνοδον μετάγων, σταθμεῦσαι αὐτὴν ἐν τῷ τοῦ διδασκαλείου πεδίῳ, τοῦτον δεῖ σύμβολον ὠνήσασθαι ὅπως οἷός τε ᾖ ὅλην τὴν ἑβδομάδα τοῖς τοῦ διδασκαλείου ἁμαξοσταθμοῖς χρῆσθαι. Ἔξεστιν τοὺς τούτων προεστῶτας φωνῆσαι τούτῳ τῷ ἀριθμῷ·

(859) 257-5757.

ἄλλως δὲ ἐνδέχεται παρ’ αὐτοὺς φοιτᾶν μέχρι τῆς τετάρτης ὥρας (πλὴν ἢ τῷ τε σαββάτῳ καὶ τῇ κυριακῇ)· αὕτη δὲ αὐτῶν ἡ οἴκησις·

721 Press Avenue, Lexington, 40508.

Λόγοι ἐπαινετικοὶ ὑπὸ μετόχων συγγεγραμμένοι·

I became convinced that speaking is not really optional. If you forfeit this step, then you give up the ability to go so much further in reading Greek throughout your life.

I am able to understand spoken Greek far better than I was at the start of the σύνοδος. I am also able to think and speak in Greek much more quickly! I have noticed that reading Euripides is now more comfortable than it was before the σύνοδος, and I expect the same will be true of other Greek authors.

[The σύνοδος] gave me a much firmer grip on the Greek language and texts through its unique approach and active use of the language.  I have become familiar with the language at a depth I didn't know was even possible.

The σύνοδος definitely increased my confidence in Greek. It helped me look at a page of Greek not so much as a puzzle to be decoded but rather as an intelligible language. It also gave me a start in speaking the language.

The συνοδος showed me what is possible with the language. Greek no longer feels daunting at all. The συνοδος shows me how much can be achieved with hard work and time.